1 Corinthians 16
Study Bible PAR ▾ 
The Collection for the Saints

Περὶ δὲ τῆς λογείας* τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ¦τι ἐὰν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι* γίνωνται ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ ἐὰν δὲ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται

Paul's Plans for Travel

Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ* καὶ παραχειμάσω ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν Κύριος ἐπιτρέψῃ ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί

Timothy Commended

10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν

12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ

Concluding Exhortations

13 Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω

15 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι 17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπιγινώσκετε οὖν τοὺς τοιούτους

Paul's Final Greetings

19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας Ἀσπάζεται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ 20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ

21  ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου 22 Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἤτω ἀνάθεμα Μαράνα* θά* 23  χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ’ ὑμῶν 24  ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ ⧼Ἀμήν⧽

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 Corinthians 15
Top of Page
Top of Page