
<< ΚΑΤΑ ΜΑΡΚΟΝ 9 >> Mark 9 Greek Study Bible | |
| He instructs his disciples concerning the coming of Elijah; |
| casts forth a deaf and mute spirit; |
14 Καὶ
ἐλθόντες
πρὸς
τοὺς
μαθητὰς
εἶδον
ὄχλον
πολὺν
περὶ
αὐτοὺς
καὶ
γραμματεῖς
συζητοῦντας
πρὸς
αὐτούς.
15 καὶ
εὐθὺς
πᾶς
ὁ
ὄχλος
ἰδόντες
αὐτὸν
ἐξεθαμβήθησαν
καὶ
προστρέχοντες
ἠσπάζοντο
αὐτόν.
16 καὶ
ἐπηρώτησεν
αὐτοὺς·
τί
συζητεῖτε
πρὸς
αὐτούς;
17 καὶ
ἀπεκρίθη
αὐτῷ
εἷς
ἐκ
τοῦ
ὄχλου·
διδάσκαλε,
ἤνεγκα
τὸν
υἱόν
μου
πρὸς
σέ,
ἔχοντα
πνεῦμα
ἄλαλον·
18 καὶ
ὅπου
ἐὰν
αὐτὸν
καταλάβῃ
ῥήσσει
αὐτὸν,
καὶ
ἀφρίζει
καὶ
τρίζει
τοὺς
ὀδόντας
καὶ
ξηραίνεται·
καὶ
εἶπα
τοῖς
μαθηταῖς
σου
ἵνα
αὐτὸ
ἐκβάλωσιν,
καὶ
οὐκ
ἴσχυσαν.
19 ὁ
δὲ
ἀποκριθεὶς
αὐτοῖς
λέγει·
ὦ
γενεὰ
ἄπιστος,
ἕως
πότε
πρὸς
ὑμᾶς
ἔσομαι;
ἕως
πότε
ἀνέξομαι
ὑμῶν;
φέρετε
αὐτὸν
πρός
με.
20 καὶ
ἤνεγκαν
αὐτὸν
πρὸς
αὐτὸν.
καὶ
ἰδὼν
αὐτὸν
τὸ
πνεῦμα
εὐθὺς
συνεσπάραξεν
αὐτόν,
καὶ
πεσὼν
ἐπὶ
τῆς
γῆς
ἐκυλίετο
ἀφρίζων.
21 καὶ
ἐπηρώτησεν
τὸν
πατέρα
αὐτοῦ·
πόσος
χρόνος
ἐστιν
ὡς
τοῦτο
γέγονεν
αὐτῷ;
ὁ
δὲ
εἶπεν
ἐκ
παιδιόθεν·
22 καὶ
πολλάκις
καὶ
εἰς
πῦρ
αὐτὸν
ἔβαλεν
καὶ
εἰς
ὕδατα
ἵνα
ἀπολέσῃ
αὐτὸν·
ἀλλ’
εἴ
τι
δύνῃ
βοήθησον
ἡμῖν
σπλαγχνισθεὶς
ἐφ’
ἡμᾶς.
23 ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτῷ·
τὸ
εἰ
δύνῃ
πάντα
δυνατὰ
τῷ
πιστεύοντι.
24 εὐθὺς
κράξας
ὁ
πατὴρ
τοῦ
παιδίου
ἔλεγεν·
πιστεύω·
βοήθει
μου
τῇ
ἀπιστίᾳ.
25 ἰδὼν
δὲ
ὁ
Ἰησοῦς
ὅτι
ἐπισυντρέχει
ὄχλος,
ἐπετίμησεν
τῷ
πνεῦματι
τῷ
ἀκαθάρτῳ
λέγων
αὐτῳ·
τὸ
ἄλαλον
καὶ
κωφὸν
πνεῦμα,
ἐγὼ
ἐπιτάσσω
σοι,
ἔξελθε
ἐξ
αὐτοῦ
καὶ
μηκέτι
εἰσέλθῃς
εἰς
αὐτόν.
26 καὶ
κράξας
καὶ
πολλὰ
σπαράξας
ἐξῆλθεν
καὶ
ἐγένετο
ὡσεὶ
νεκρός,
ὥστε
τοὺς
πολλοὺς
λέγειν
ὅτι
ἀπέθανεν.
27 ὁ
δὲ
Ἰησοῦς
κρατήσας
τῆς
χειρὸς
αὐτοῦ
ἤγειρεν
αὐτὸν
καὶ
ἀνέστη.
28 Καὶ
εἰσελθόντος
αὐτοῦ
εἰς
οἶκον
οἱ
μαθηταὶ
αὐτοῦ
κατ’
ἰδίαν
ἐπηρώτων
αὐτὸν·
ὅτι
ἡμεῖς
οὐκ
ἠδυνήθημεν
ἐκβαλεῖν
αὐτό;
29 καὶ
εἶπεν
αὐτοῖς·
τοῦτο
τὸ
γένος
ἐν
οὐδενὶ
δύναται
ἐξελθεῖν
εἰ
μὴ
ἐν
προσευχῇ.
|
| foretells his death and resurrection; |
| exhorts his disciples to humility; |
| bidding them not to prohibit such as are not against them, |
| nor to give offense to any of the faithful. |
|
|