
<< ΚΑΤΑ ΛΟΥΚΑΝ 19 >> Luke 19 Greek Study Bible | |
| Of Zacchaeus a tax collector. |
11 Ἀκουόντων
δὲ
αὐτῶν
ταῦτα
προσθεὶς
εἶπεν
παραβολὴν
διὰ
τὸ
ἐγγὺς
εἶναι
Ἰερουσαλὴμ
αὐτὸν
καὶ
δοκεῖν
αὐτοὺς
ὅτι
παραχρῆμα
μέλλει
ἡ
βασιλεία
τοῦ
θεοῦ
ἀναφαίνεσθαι.
12 εἶπεν
οὖν·
ἄνθρωπος
τις
εὐγενὴς
ἐπορεύθη
εἰς
χώραν
μακρὰν
λαβεῖν
ἑαυτῷ
βασιλείαν
καὶ
ὑποστρέψαι.
13 καλέσας
δὲ
δέκα
δούλους
ἑαυτοῦ
ἔδωκεν
αὐτοῖς
δέκα
μνᾶς
καὶ
εἶπεν
πρὸς
αὐτοὺς
πραγματεύσασθαι
ἐν
ᾧ
ἔρχομαι.
14 οἱ
δὲ
πολῖται
αὐτοῦ
ἐμίσουν
αὐτὸν
καὶ
ἀπέστειλαν
πρεσβείαν
ὀπίσω
αὐτοῦ
λέγοντες·
οὐ
θέλομεν
τούτον
βασιλεῦσαι
ἐφ’
ἡμᾶς.
15 καὶ
ἐγένετο
ἐν
τῷ
ἐπανελθεῖν
αὐτὸν
λαβόντα
τὴν
βασιλείαν
καὶ
εἶπεν
φωνηθῆναι
αὐτῷ
τοὺς
δούλους
τούτους
οἷς
δεδώκει
τὸ
ἀργύριον,
ἵνα
γνοῖ
τί
διεπραγματεύσαντο.
16 παρεγένετο
δὲ
ὁ
πρῶτος
λέγων,
κύριε,
ἡ
μνᾶ
σου
δέκα
προσηργάσατο
μνᾶς.
17 καὶ
εἶπεν
αὐτῷ·
εὖγε,
ἀγαθὲ
δοῦλε,
ὅτι
ἐν
ἐλαχίστῳ
πιστὸς
ἐγένου,
ἴσθι
ἐξουσίαν
ἔχων
ἐπάνω
δέκα
πόλεων.
18 καὶ
ἦλθεν
ὁ
δεύτερος
λέγων·
ἡ
μνᾶ
σου,
κύριε,
ἐποίησεν
πέντε
μνᾶς.
19 εἶπεν
δὲ
καὶ
τούτῳ·
καὶ
σὺ
ἐπάνω
γίνου
πέντε
πόλεων.
20 καὶ
ὁ
ἕτερος
ἦλθεν
λέγων·
κύριε,
ἰδοὺ
ἡ
μνᾶ
σου
ἣν
εἶχον
ἀποκειμένην
ἐν
σουδαρίῳ·
21 ἐφοβούμην
γὰρ
σε,
ὅτι
ἄνθρωπος
αὐστηρὸς
εἶ,
αἴρεις
ὁ
οὐκ
ἔθηκας
καὶ
θερίζεις
ὁ
οὐκ
ἔσπειρας.
22 λέγει
αὐτῷ·
ἐκ
τοῦ
στόματος
σου
κρινῶ
σε,
πονηρὲ
δοῦλε.
ᾔδεις
ὅτι
ἐγὼ
ἄνθρωπος
αὐστηρός
εἰμι,
αἴρων
ὁ
οὐκ
ἔθηκα
καὶ
θερίζων
ὁ
οὐκ
ἔσπειρα;
23 καὶ
διᾳ
τί
οὐκ
ἔδωκας
μου
τὸ
ἀργύριον
ἐπὶ
τράπεζαν;
καγὼ
ἐλθὼν
σὺν
τόκῳ
ἂν
αὐτὸ
ἔπραξα.
24 καὶ
τοῖς
παρεστῶσιν
εἶπεν·
ἄρατε
ἀπ’
αὐτοῦ
τὴν
μνᾶν
καὶ
δότε
τῷ
τὰς
δέκα
μνᾶς
ἔχοντι—
25 καὶ
εἶπαν
αὐτῷ·
κύριε,
ἔχει
δέκα
μνᾶς—
26 λέγω
ὑμῖν
ὅτι
παντὶ
τῷ
ἔχοντι
δοθήσεται,
ἀπὸ
δὲ
τοῦ
μὴ
ἔχοντος
καὶ
ὁ
ἔχει
ἀρθήσεται.
27 πλὴν
τοὺς
ἔχθρους
μου
τούτους
τοὺς
μὴ
θελήσαντας
με
βασιλεῦσαι
ἐπ’
αὐτοὺς
ἀγάγετε
ὧδε
καὶ
κατασφάξατε
αὐτοὺς
ἔμπροσθεν
μου.
|
| Jesus rides into Jerusalem with triumph; |
| drives the buyers and sellers out of the temple; |
| Teaching daily in it. The rulers seek to destroy him, but fear the people. |
|
|