
<< ΚΑΤΑ ΛΟΥΚΑΝ 11 >> Luke 11 Greek Study Bible | |
| Jesus teaches us to pray, and that instantly; |
| assuring us that God will give all good things to those who ask him. |
| He, casting out a demon, rebukes the blasphemous Pharisees; |
| and shows who are blessed; |
| and reprimands the outward show of holiness. |
| 45 Ἀποκριθεὶς
δὲ
τις
τῶν
νομικῶν
λέγει
αὐτῷ·
διδάσκαλε,
ταῦτα
λέγων
καὶ
ἡμᾶς
ὑβρίζεις.
46 ὁ
δὲ
εἶπεν·
καὶ
ὑμῖν
τοῖς
νομικοῖς
οὐαί,
ὅτι
φορτίζετε
τοὺς
ἀνθρώπους
φορτία
δυσβάστακτα
καὶ
αὐτοὶ
ἑνὶ
τῶν
δακτύλων
ὑμῶν
οὐ
προσψαύετε
τοῖς
φορτίοις.
47 Οὐαὶ
ὑμῖν,
ὅτι
οἰκοδομεῖτε
τὰ
μνημεῖα
τῶν
προφητῶν,
οἱ
δὲ
πατέρες
ὑμῶν
ἀπέκτειναν
αὐτούς.
48 ἄρα
μάρτυρες
ἐστε
καὶ
συνευδοκεῖτε
τοῖς
ἐργοῖς
τῶν
πατέρων
ὑμῶν,
ὅτι
αὐτοὶ
μὲν
ἀπέκτειναν
αὐτοὺς
ὑμεῖς
δὲ
οἰκοδομεῖτε.
49 διὰ
τοῦτο
καὶ
ἡ
σοφία
τοῦ
θεοῦ
εἶπεν
ἀποστελῶ
εἰς
αὐτοὺς
προφήτας
καὶ
ἀποστόλους,
καὶ
έξ
αὐτῶν
ἀποκτενοῦσιν
καὶ
διώξουσιν,
50 ἵνα
ἐκζητηθῇ
τὸ
αἷμα
πάντων
τῶν
προφητῶν
τὸ
ἐκκεχυμένον
ἀπὸ
καταβολῆς
κόσμου
ἀπὸ
τῆς
γενεᾶς
ταύτης,
51 ἀπὸ
αἵματος
Ἅβελ
ἕως
αἵματος
Ζαχαρίου
τοῦ
ἀπολομένου
μεταξὺ
τοῦ
θυσιαστηρίου
καὶ
τοῦ
οἴκου·
ναὶ
λέγω
ὑμῖν,
ἐκζητηθήσεται
ἀπὸ
τῆς
γενεᾶς
ταύτης.
52 Οὐαὶ
ὑμῖν
τοῖς
νομικοῖς,
ὅτι
ἤρατε
τὴν
κλεῖδα
τῆς
γνώσεως·
αὐτοὶ
οὐκ
εἰσήλθατε
καὶ
τοὺς
εἰσερχομένους
ἐκωλύσατε.
53 Κακεῖθεν
ἐξελθόντος
αὐτοῦ
ἤρξαντο
οἱ
γραμματεῖς
καὶ
οἱ
Φαρισαῖοι
δεινῶς
ἐνέχειν
καὶ
ἀποστοματίζειν
αὐτὸν
περὶ
πλειόνων,
54 ἐνεδρεύοντες
αὐτὸν
θηρεῦσαι
τι
ἐκ
τοῦ
στόματος
αὐτοῦ. |
|
|