
<< ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10 >> John 10 Greek Study Bible | |
| Jesus is the door, and the good shepherd. |
| 7 Εἶπεν
οὖν
πάλιν
ὁ
Ἰησοῦς·
ἀμὴν
ἀμὴν
λέγω
ὑμῖν·
ἐγὼ
εἰμι
ἡ
θύρα
τῶν
προβάτων.
8 πάντες
ὅσοι
ἦλθον
πρὸ
ἐμοῦ
κλέπται
εἰσιν
καὶ
λῃσταί,
ἀλλ’
οὐκ
ἤκουσαν
αὐτῶν
τὰ
πρόβατα.
9 ἐγὼ
εἰμι
ἡ
θύρα·
δι’
ἐμοῦ
ἐάν
τις
εἰσέλθῃ
σωθήσεται
καὶ
εἰσελεύσεται
καὶ
ἐξελεύσεται
καὶ
νομὴν
εὑρήσει.
10 ὁ
κλέπτης
οὐκ
ἔρχεται
εἰ
μὴ
ἵνα
κλέψῃ
καὶ
θύσῃ
καὶ
ἀπολέσῃ·
ἐγὼ
ἦλθον
ἵνα
ζωὴν
ἔχωσιν
καὶ
περισσὸν
ἔχωσιν.
11 Ἐγώ
εἰμι
ὁ
ποιμὴν
ὁ
καλός.
ὁ
ποιμὴν
ὁ
καλὸς
τὴν
ψυχὴν
αὐτοῦ
τίθησιν
ὑπὲρ
τῶν
προβάτων·
12 ὁ
μισθωτὸς
καὶ
οὐκ
ὢν
ποιμήν,
οὗ
οὐκ
ἔστιν
τὰ
πρόβατα
ἴδια,
θεωρεῖ
τὸν
λύκον
ἐρχόμενον
καὶ
ἀφίησιν
τὰ
πρόβατα
καὶ
φεύγει—
καὶ
ὁ
λύκος
ἁρπάζει
αὐτὰ
καὶ
σκορπίζει—
13 ὅτι
μισθωτός
ἐστιν
καὶ
οὐ
μέλει
αὐτῷ
περὶ
τῶν
προβάτων.
14 Ἐγὼ
εἰμι
ὁ
ποιμὴν
ὁ
καλὸς
καὶ
γινώσκω
τὰ
ἐμὰ
καὶ
γινώσκουσιν
με
τὰ
ἐμά,
15 καθὼς
γινώσκει
με
ὁ
πατὴρ
καγὼ
γινώσκω
τὸν
πατέρα,
καὶ
τὴν
ψυχὴν
μου
τίθημι
ὑπὲρ
τῶν
προβάτων.
16 καὶ
ἀλλὰ
πρόβατα
ἔχω
ἃ
οὐκ
ἐστιν
ἐκ
τῆς
αὐλῆς
ταύτης·
κακεῖνα
δεῖ
με
ἀγαγεῖν
καὶ
τῆς
φωνῆς
μου
ἀκούσουσιν,
καὶ
γενήσονται
μία
ποίμνη,
εἷς
ποιμήν.
17 Διὰ
τοῦτο
με
ὁ
πατὴρ
ἀγαπᾷ
ὅτι
ἐγὼ
τίθημι
τὴν
ψυχήν
μου,
ἵνα
πάλιν
λάβω
αὐτήν.
18 οὐδεὶς
ἤρεν
αὐτὴν
ἀπ’
ἐμοῦ,
ἀλλ’
ἐγὼ
τίθημι
αὐτὴν
ἀπ’
ἐμαυτοῦ.
ἐξουσίαν
ἔχω
θεῖναι
αὐτήν,
καὶ
ἐξουσίαν
ἔχω
πάλιν
λαβεῖν
αὐτήν·
ταύτην
τὴν
ἐντολὴν
ἔλαβον
παρὰ
τοῦ
πατρός
μου.
|
| He proves by his works that he is Jesus the Son of God; |
| and goes again beyond Jordan, where many believe on him. |
|
|