
<< ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2 >> Ephesians 2 Greek Study Bible | |
| By comparing what we were by nature, with what we are by grace, |
1 Καὶ
ὐμᾶς
ὄντας
νεκροὺς
τοῖς
παραπτώμασιν
καὶ
ταῖς
ἁμαρτίαις
ὐμῶν,
2 ἐν
αἷς
ποτε
περιεπατήσατε
κατὰ
τὸν
αἰῶνα
τοῦ
κόσμου
τούτου,
κατὰ
τὸν
ἄρχοντα
τῆς
ἐξουσίας
τοῦ
ἀέρος,
τοῦ
πνεύματος
τοῦ
νῦν
ἐνεργοῦντος
ἐν
τοῖς
υἱοῖς
τῆς
ἀπειθείας·
3 ἐν
οἷς
καὶ
ἡμεῖς
πάντες
ἀνεστράφημεν
ποτε
ἐν
ταῖς
ἐπιθυμίαις
τῆς
σαρκὸς
ἡμῶν
ποιοῦντες
τὰ
θελήματα
τῆς
σαρκὸς
καὶ
τῶν
διανοιῶν,
καὶ
ἤμεθα
τέκνα
φύσει
ὀργῆς
ὡς
καὶ
οἱ
λοιποί·
4 ὁ
δὲ
θεὸς
πλούσιος
ὢν
ἐν
ἐλέει,
διὰ
τὴν
πολλὴν
ἀγάπην
αὐτοῦ
ἣν
ἠγάπησεν
ἡμᾶς,
5 καὶ
ὄντας
ἡμᾶς
νεκροὺς
τοῖς
παραπτώμασιν
συνεζωοποίησεν
τῷ
Χριστῷ—
χάριτι
ἐστε
σεσῳσμένοι—
6 καὶ
συνήγειρεν
καὶ
συνεκάθισεν
ἐν
τοῖς
ἐπουρανίοις
ἐν
Χριστῷ
Ἰησοῦ,
7 ἵνα
ἐνδείξηται
ἐν
τοῖς
αἰῶσιν
τοῖς
ἐπερχομένοις
τὸ
ὑπερβάλλον
πλοῦτος
τῆς
χάριτος
αὐτοῦ
ἐν
χρηστότητι
ἐφ’
ἡμᾶς
ἐν
Χριστῷ
Ἰησοῦ,
8 Τῇ
γὰρ
χάριτι
ἐστε
σεσῳσμένοι
διὰ
πίστεως·
καὶ
τοῦτο
οὐκ
ἐξ
ὑμῶν,
θεοῦ
τὸ
δῶρον·
9 οὐκ
ἐξ
ἔργων,
ἵνα
μή
τις
καυχήσηται.
|
| he declares that we are made for good works: and being brought near by Christ, |
| should not live as Gentiles and foreigners, but as citizens with the saints, and the family of God. |
|
|