ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9

<< ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 9 >>
2 Corinthians 9 Greek Study Bible

He yields the reason why he sent Titus and his brothers beforehand.
   1   Περὶ  μὲν  γὰρ  τῆς  διακονίας  τῆς  εἰς  τοὺς  ἁγίους  περισσόν  μοί  ἐστιν  τὸ  γράφειν  ὑμῖν·  2   οἶδα  γὰρ  τὴν  προθυμίαν  ὑμῶν  ἣν  ὑπὲρ  ὑμῶν  καυχῶμαι  Μακεδόσιν,  ὅτι  Ἀχαΐα  παρεσκεύασται  ἀπὸ  πέρυσι,  καὶ  τὸ  ὑμῶν  ζῆλος  ἠρέθισεν  τοὺς  πλείονας.  3   ἔπεμψα  δὲ  τοὺς  ἀδελφούς,  ἵνα  μὴ  τὸ  καύχημα  ἡμῶν  τὸ  ὑπὲρ  ὑμῶν  κενωθῇ  ἐν  τῷ  μέρει  τούτῳ,  ἵνα  καθὼς  ἔλεγον  παρεσκευασμένοι  ἦτε,  4   μὴ  πῶς  ἐὰν  ἔλθωσιν  σὺν  ἐμοὶ  Μακεδόνες  καὶ  εὕρωσιν  ὑμᾶς  ἀπαρασκευάστους  καταισχυνθῶμεν  ἡμεῖς,  ἵνα  μὴ  λέγωμεν  ὑμεῖς  ἐν  τῇ  ὑποστάσει  ταύτῃ.  5   ἀναγκαῖον  οὖν  ἡγησάμην  παρακαλέσαι  τοὺς  ἀδελφοὺς,  ἵνα  προέλθωσιν  εἰς  ὑμᾶς  καὶ  προκαταρτίσωσιν  τὴν  προεπηγγελμένην  εὐλογίαν  ὑμῶν,  ταύτην  ἑτοίμην  εἶναι  οὕτως  ὡς  εὐλογίαν  καὶ  μὴ  ὡς  πλεονεξίαν. 
And he proceeds in stirring them up to a bountiful alms, as being but a kind of sowing of seed,
   6   Τοῦτο  δὲ,    σπείρων  φειδομένως  φειδομένως  καὶ  θερίσει,  καὶ    σπείρων  ἐπ’  εὐλογίαις  ἐπ’  εὐλογίαις  καὶ  θερίσει.  7   ἕκαστος  καθὼς  προῄρηται  τῇ  καρδίᾳ,  μὴ  ἐκ  λύπης    ἐξ  ἀνάγκης·  ἱλαρὸν  γὰρ  δότην  ἀγαπᾷ    θεός.  8   δυνατεῖ  δὲ    θεὸς  πᾶσαν  χάριν  περισσεῦσαι  εἰς  ὑμᾶς,  ἵνα  ἐν  παντὶ  πάντοτε  πᾶσαν  αὐτάρκειαν  ἔχοντες  περισσεύητε  εἰς  πᾶν  ἔργον  ἀγαθόν,  9   καθὼς  γέγραπται· 
      ἐσκόρπισεν,  ἔδωκεν  τοῖς  πένησιν, 
           δικαιοσύνη  αὐτοῦ  μένει  εἰς  τὸν  αἰῶνα. 
which shall return a great increase to them,
   10     δὲ  ἐπιχορηγῶν  σπέρμα  τῷ  σπείροντι  καὶ  ἄρτον  εἰς  βρῶσιν  χορηγήσει  καὶ  πληθυνεῖ  τὸν  σπόρον  ὑμῶν  καὶ  αὐξήσει  τὰ  γενήματα  τῆς  δικαιοσύνης  ὑμῶν.  11   ἐν  παντὶ  πλουτιζόμενοι  εἰς  πᾶσαν  ἁπλότητα,  ἥτις  κατεργάζεται  δι’  ἡμῶν  εὐχαριστίαν  τῷ  θεῷ·  12   ὅτι    διακονία  τῆς  λειτουργίας  ταύτης  οὐ  μόνον  ἐστὶν  προσαναπληροῦσα  τὰ  ὑστερήματα  τῶν  ἁγίων  ἀλλὰ  καὶ  περισσεύουσα  διὰ  πολλῶν  εὐχαριστιῶν  τῷ  θεῷ. 
and occasion a great sacrifice of thanksgivings unto God.

<< 2 Corinthians 9 >>


Hebrew Text: Westminster Leningrad Codex
Greek Text Based on the Westcott-Hort Edition of 1881

Interlinear Bible