
<< ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11 >> 2 Corinthians 11 Greek Study Bible | |
| Out of his jealousy over the Corinthians, he enters into a forced commendation of himself, |
| of his equality with the chief apostles, |
| of his preaching the gospel to them freely, and without any charge to them; |
| showing that he was not inferior to those deceitful workers in any legal prerogative; |
| 16 Πάλιν
λέγω,
μή
τίς
με
δόξῃ
ἄφρονα
εἶναι·
εἰ
δὲ
μή
γε,
κἂν
ὡς
ἄφρονα
δέξασθε
με,
ἵνα
κἀγὼ
μικρόν
τι
καυχήσωμαι.
17 ὃ
λαλῶ,
οὐ
κατὰ
κύριον
λαλῶ
ἀλλ’
ὡς
ἐν
ἀφροσύνῃ,
ἐν
ταύτῃ
τῇ
ὑποστάσει
τῆς
καυχήσεως.
18 ἐπεὶ
πολλοὶ
καυχῶνται
κατὰ
τὴν
σάρκα,
κἀγὼ
καυχήσομαι.
19 ἡδέως
γὰρ
ἀνέχεσθε
τῶν
ἀφρόνων
φρόνιμοι
ὄντες·
20 ἀνέχεσθε
γὰρ
εἴ
τις
ὑμᾶς
καταδουλοῖ
εἴ
τις
κατεσθίει,
εἴ
τις
λαμβάνει,
εἴ
τις
ἐπαίρεται,
εἴ
τις
εἰς
πρόσωπον
ὑμᾶς
δέρει.
21 κατὰ
ἀτιμίαν
λέγω,
ὡς
ὅτι
ἡμεῖς
ἠσθενήκαμεν.
Ἐν
ᾧ
δ’
ἄν
τις
τολμᾷ,
ἐν
ἀφροσύνῃ
λέγω,
τολμῶ
κἀγώ.
22 Ἑβραῖοι
εἰσιν;
κἀγώ.
Ἰσραηλῖται
εἰσιν;
κἀγώ.
σπέρμα
Ἀβραάμ
εἰσιν;
κἀγώ.
|
| and in the service of Christ, and in all kinds of sufferings for his ministry, far superior. |
23 διάκονοι
Χριστοῦ
εἰσιν;
παραφρονῶν
λαλῶ,
ὑπὲρ
ἐγώ·
ἐν
κόποις
περισσοτέρως,
ἐν
φυλακαῖς
περισσοτέρως,
ἐν
πληγαῖς
ὑπερβαλλόντως,
ἐν
θανάτοις
πολλάκις.
24 Ὑπὸ
Ἰουδαίων
πεντάκις
τεσσεράκοντα
παρὰ
μίαν
ἔλαβον,
25 τρὶς
ἐρραβδίσθην,
ἅπαξ
ἐλιθάσθην,
τρὶς
ἐναυάγησα,
νυχθήμερον
ἐν
τῷ
βυθῷ
πεποίηκα·
26 ὁδοιπορίαις
πολλάκις,
κινδύνοις
ποταμῶν,
κινδύνοις
λῃστῶν,
κινδύνοις
ἐκ
γένους,
κινδύνοις
ἐξ
ἐθνῶν,
κινδύνοις
ἐν
πόλει,
κινδύνοις
ἐν
ἐρημίᾳ,
κινδύνοις
ἐν
θαλάσσῃ,
κινδύνοις
ἐν
ψευδαδέλφοις,
27 κόπῳ
καὶ
μόχθῳ,
ἐν
ἀγρυπνίαις
πολλάκις,
ἐν
λιμῷ
καὶ
δίψει,
ἐν
νηστείαις
πολλάκις,
ἐν
ψύχει
καὶ
γυμνότητι·
28 χωρὶς
τῶν
παρεκτὸς
ἡ
ἐπίστασις
μοι
ἡ
καθ’
ἡμέραν,
ἡ
μέριμνα
πασῶν
τῶν
ἐκκλησιῶν.
29 τίς
ἀσθενεῖ
καὶ
οὐκ
ἀσθενῶ;
τίς
σκανδαλίζεται
καὶ
οὐκ
ἐγὼ
πυροῦμαι;
|
|
|