
<< ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15 >> 1 Corinthians 15 Greek Study Bible | |
| By Christ's resurrection, |
1 Γνωρίζω
δὲ
ὑμῖν,
ἀδελφοί,
τὸ
εὐαγγέλιον
ὁ
εὐηγγελισάμην
ὑμῖν,
ὃ
καὶ
παρελάβετε,
ἐν
ᾧ
καὶ
ἑστήκατε,
2 δι’
οὗ
καὶ
σῴζεσθε,
τίνι
λόγῳ
εὐηγγελισάμην
ὑμῖν
εἰ
κατέχετε,
ἐκτὸς
εἰ
μὴ
εἰκῇ
ἐπιστεύσατε.
3 παρέδωκα
γὰρ
ὑμῖν
ἐν
πρώτοις,
ὃ
καὶ
παρέλαβον,
ὅτι
Χριστὸς
ἀπέθανεν
ὑπὲρ
τῶν
ἁμαρτιῶν
ἡμῶν
κατὰ
τὰς
γραφὰς
4 καὶ
ὅτι
ἐτάφη
καὶ
ὅτι
ἐγήγερται
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
κατὰ
τὰς
γραφὰς
5 καὶ
ὅτι
ὤφθη
Κηφᾷ
εἶτα
τοῖς
δώδεκα·
6 ἔπειτα
ὤφθη
ἐπάνω
πεντακοσίοις
ἀδελφοῖς
ἐφάπαξ,
ἐξ
ὧν
οἱ
πλείονες
μένουσιν
ἕως
ἄρτι,
τινὲς
δὲ
ἐκοιμήθησαν·
7 ἔπειτα
ὤφθη
Ἰακώβῳ
εἶτα
τοῖς
ἀποστόλοις
πᾶσιν·
8 ἔσχατον
δὲ
πάντων
ὡσπερεὶ
τῷ
ἐκτρώματι
ὤφθη
καμοί.
9 Ἐγὼ
γάρ
εἰμι
ὁ
ἐλάχιστος
τῶν
ἀποστόλων
ὃς
οὐκ
εἰμὶ
ἱκανὸς
καλεῖσθαι
ἀπόστολος,
διότι
ἐδίωξα
τὴν
ἐκκλησίαν
τοῦ
θεοῦ·
10 χάριτι
δὲ
θεοῦ
εἰμι
ὅ
εἰμι,
καὶ
ἡ
χάρις
αὐτοῦ
ἡ
εἰς
ἐμὲ
οὐ
κενὴ
ἐγενήθη,
ἀλλὰ
περισσότερον
αὐτῶν
πάντων
ἐκοπίασα
οὐκ
ἐγὼ
δὲ
ἀλλὰ
ἡ
χάρις
τοῦ
θεοῦ
σὺν
ἐμοί.
11 εἴτε
οὖν
ἐγὼ
εἴτε
ἐκεῖνοι,
οὕτως
κηρύσσομεν
καὶ
οὕτως
ἐπιστεύσατε.
|
| he proves the necessity of our resurrection, |
| against all such as deny the resurrection of the body. |
| 42 οὕτως
καὶ
ἡ
ἀναστασις
τῶν
νεκρῶν.
σπείρεται
ἐν
φθορᾷ
ἐγείρεται
ἐν
ἀφθαρσίᾳ·
43 σπείρεται
ἐν
ἀτιμίᾳ,
ἐγείρεται
ἐν
δόξη·
σπείρεται
ἐν
ἀσθενείᾳ,
ἐγείρεται
ἐν
δυνάμει·
44 σπείρεται
σῶμα
ψυχικόν,
ἐγείρεται
σῶμα
πνευματικόν.
Εἰ
ἔστιν
σῶμα
ψυχικόν,
ἔστιν
καὶ
πνευματικόν.
45 οὕτως
καὶ
γέγραπται·
ἐγένετο
ὁ
πρῶτος
ἄνθρωπος
Ἀδὰμ
εἰς
ψυχὴν
ζῶσαν,
ὁ
ἔσχατος
Ἀδὰμ
εἰς
πνεῦμα
ζῳοποιοῦν.
46 ἀλλ’
οὐ
πρῶτον
τὸ
πνευματικὸν
ἀλλὰ
τὸ
ψυχικόν,
ἔπειτα
τὸ
πνευματικόν.
47 ὁ
πρῶτος
ἄνθρωπος
ἐκ
γῆς
χοϊκός,
ὁ
δεύτερος
ἄνθρωπος
ἐξ
οὐρανοῦ.
48 οἷος
ὁ
χοϊκός,
τοιοῦτοι
καὶ
οἱ
χοϊκοί,
καὶ
οἷος
ὁ
ἐπουράνιος,
τοιοῦτοι
καὶ
οἱ
ἐπουράνιοι·
49 καὶ
καθὼς
ἐφορέσαμεν
τὴν
εἰκόνα
τοῦ
χοϊκοῦ,
φορέσωμεν
καὶ
τὴν
εἰκόνα
τοῦ
ἐπουρανίου.
|
| and of the resurrection of those who shall be found alive at the last day. |
|
|